|
1 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ Πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας Οἶδά σου τὰ ἔργα ὅτι ὄνομα ἔχεις ὅτι ζῇς καὶ νεκρὸς εἶ 2 γίνου γρηγορῶν καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθανεῖν οὐ γὰρ εὕρηκά σου ‹τὰ› ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου 3 μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας καὶ τήρει καὶ μετανόησον ἐὰν οὖν μὴ γρηγορήσῃς ἥξω ὡς κλέπτης καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ Revelation 3:1-3, Hebrew & Greek Study Bible. Public domain.
|



