|
15 μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος 16 εἰ δὲ ὡς Χριστιανός μὴ αἰσχυνέσθω δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ ὀνόματι τούτῳ 17 ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ 18 καὶ Εἰ ὁ δίκαιος μόλις σώζεται ὁ (δὲ) ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται 19 Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ πιστῷ Κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ 1 Peter 4:15-19, Hebrew & Greek Study Bible. Public domain.
|



