|
1 Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν 2 οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι καὶ τὸ ὑμῶν ζῆλος ἠρέθισεν τοὺς πλείονας 3 Ἔπεμψα δὲ τοὺς ἀδελφούς ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ ἵνα καθὼς ἔλεγον παρεσκευασμένοι ἦτε 4 μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους καταισχυνθῶμεν ἡμεῖς ἵνα μὴ λέγωμεν ὑμεῖς ἐν τῇ ὑποστάσει ταύτῃ 2 Corinthians 9:1-4, Hebrew & Greek Study Bible. Public domain.
|



