|
3 λέγει αὐτοῖς Σίμων Πέτρος Ὑπάγω ἁλιεύειν Λέγουσιν αὐτῷ Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν 4 Πρωΐας δὲ ἤδη γενομένης* ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν 5 λέγει οὖν αὐτοῖς ‹ὁ› Ἰησοῦς Παιδία μή τι προσφάγιον ἔχετε Ἀπεκρίθησαν αὐτῷ Οὔ John 21:3-5, Hebrew & Greek Study Bible. Public domain.
|



