|
30 Καὶ εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν Τίς μου ἥψατο τῶν ἱματίων 31 Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις Τίς μου ἥψατο 32 Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν 33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα εἰδυῖα ὃ γέγονεν αὐτῇ ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν Mark 5:30-33, Hebrew & Greek Study Bible. Public domain.
|



