Psalm 119
Berean Greek Bible Par ▾ 

Your Word Is a Lamp to My Feet

1Ἁλληλουιά. Μακάριοι ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.a

2μακάριοι οἱ ἐξεραυνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητοῦσιν αὐτόν·

3οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.

4σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα.

5ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου·

6τότε οὐ μὴ ἐπαισχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.

7ἐξομολογήσομαί σοι, Κύριε, ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.

8τὰ δικαιώματά σου φυλάξω, μή με ἐνκαταλίπῃς ἕως σφόδρα.

9Ἐν τίνι κατορθώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου.

10ἐν ὅλῃ καρδίᾳ ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.

11ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.

12εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

13ἐν τοῖς χείλεσίν μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου·

14ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ.

15ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ ἐκζητήσω τὰς ὁδούς σου·

16ἐν τοῖς δικαιώμασίν σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου.

17Ἀνταπόδος τῷ δούλῳ σου· ζήσομαι, καὶ φυλάξω τοὺς λόγους σου.

18ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου.

19πάροικός εἰμι ἐν τῇ γῇ, μὴ ἀποστρέψῃς ἀπ᾽ ἐμοῦ τὰς ἐντολάς σου.

20ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι εἰς τὰ δικαιώματά σου ἐν παντὶ καιρῷ.

21ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.

22περίελε ἀπ᾽ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.

23καὶ γὰρ ἐκάθισαν ἄρχοντες, κατ᾽ ἐμοῦ κατελάλουν· ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου·

24καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου.

25Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζήσομαι κατὰ τὸ λόγιόν σου.

26τὰς ὁδούς σου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου,

27καὶ ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.

28ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου·

29ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾽ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με.

30ὁδὸν ἀληθείας ᾑρετισάμην· τὰ κρίματά σου οὐκ ἐπελαθόμην.

31ἐκολλήθην τοῖς μαρτυρίοις σου· Κύριε, μή με καταισχύνῃς.

32ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.

33Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντός.

34συνέτισόν με, καὶ ἐκζητήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου.

35ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὸν ἠθέλησα.

36κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν.

37ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με.

38στῆσον τῷ δούλῳ σου εἰς τὸ λόγιόν σου, εἰς τὸν φόβον σου.

39περίελε τὸ ὄνειδός μου ὃ ὑπώπτευσα, τὰ γὰρ κρίματά σου χρηστά.

40ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.

41Καὶ ἔλθοι ἐπ᾽ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸ ἔλεός σου·

42καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον, ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου.

43καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα.

44καὶ φυλάξω τὸν νόμον σου διὰ παντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

45καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα·

46καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην·

47καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου αἷς ἠγάπησας σφόδρα·

48καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου αἷς ἠγάπησας σφόδρα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου.

49Μνήσθητι τὸν λόγον σου τῶν δούλων σου ᾧ ἐπήλπισάς με.

50αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου οὐκ ἐξέκλινα.

51ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. (*)

52ἐμνήσθην τῶν κριμάτων σου, Κύριε, ἀπ᾽ αἰῶνος καὶ παρεκλήθην.

53ἀθυμία κατέσχεν με ἀπὸ ἁμαρτωλῶν τῶν ἐνκαταλιμπανόντων τὸν νόμον σου.

54ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου.

55ἐμνήσθην ἐν νυκτὶ τὸ ὄνομά σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου.

56αὕτη ἐγενήθη μοι, τὰ δικαιώματά σου ἐξεζήτησα.

57Μερίς μου, Κύριε· εἶπα φυλάξασθαι τὰς ἐντολάς σου.

58ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ τὸ λόγιόν σου.

59ὅτι διελογισάμην κατὰ τὰς ὁδούς σου, καὶ ἀπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.

60ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην φυλάξασθαι τὰς ἐντολάς σου.

61σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.

62μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.

63μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ φυλασσόντων τὰς ἐντολάς σου.

64τοῦ ἐλέους σου, Κύριε, πλήρης πᾶσα ἡ γῆ· τὰ δικαιώματά σου, Κύριε, δίδαξόν με.

65Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸ λόγιόν σου.

66χρηστότητα καὶ παιδίαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.

67πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐγὼ ἐφύλαξα.

68χρηστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου.

69ἐπληθύνθη ἐπ᾽ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξεραυνήσω τὰς ἐντολάς σου.

70ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.

71ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.

72ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.

73Αἱ χεῖρές σου ἔπλασάν με καὶ ἡτοίμασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου.

74οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.

75ἔγνων, Κύριε, ὅτι δικαιοσύνῃ καὶ ἀληθείᾳ τὰ κρίματά σου ἐταπείνωσάν με.

76γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με καὶ τὸ λόγιόν σου τῷ δούλῳ σου·

77ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μοί ἐστιν.

78αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου.

79ἐπιστρεψάτωσαν οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.

80γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.

81Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, καὶ εἰς τὸν λόγον σου ἐπήλπισα.

82ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες Παρεκάλεσάν με.

83ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.

84πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;

85διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ᾽ οὐχ ὡς ὁ νόμος σου, Κύριε.

86πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι.

87παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐνκατέλειπον τὰς ἐντολάς σου.

88κατὰ τὸ ἔλεός σου ζήσομαι, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.

89Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.

90εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει.

91τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλά σου.

92εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου·

93εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με, Κύριε.

94σός εἰμι, Κύριε, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα·

95τὰ δὲ μαρτύριά σου συνῆκα.

96πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα.

97Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν.

98ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὰς ἐντολάς σου, ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν.

99ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν.

100ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐζήτησα.

101ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου·

102ἀπὸ τῶν κλιμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς μοι.

103ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου.

104ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας, ὅτι σὺ ἐνομοθέτησάς μοι.

105Λύχνος τοῖς ποσίν μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.

106ὀμώμοκα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.

107ἐταπεινώθην ἕως σφόδρα· Κύριε, ζῆσόν με κατὰ τὸ λόγιόν σου.

108τὰ ἑκούσια τοῦ στόματός μου εὐλόγησον, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με.

109ἡ ψυχή μου ἐν ταῖς χερσὶ διὰ παντός, καὶ τὸν νόμον σου οὐκ ἐπελαθόμην.

110ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.

111ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν·

112ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα διὰ παντὸς ἄμειψιν.

113Παρανόμους ἐμίσησα, καὶ τὸν νόμον σου ἠγάπησα.

114βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ, καὶ εἰς τὸν λαόν σου ἤλπισα.

115ἐκκλίνατε ἀπ᾽ ἐμοῦ, οἱ πονηρευόμενοι, καὶ ἐξεραυνήσω τὰς ἐντολὰς τοῦ θεοῦ μου.

116ἀντιλαβοῦ κατὰ τὸ λόγιόν σου καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.

117βοήθησόν μοι καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασίν σου διὰ παντός.

118ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.

119παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός.

120καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου, ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.

121Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσίν με.

122ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθά, μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι.

123οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου.

124ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ λόγιόν σου, καὶ κατὰ τὰ δικαιώματά σου δίδαξόν με.

125δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου.

126καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ· διεσκέδασαν τὸν νόμον σου.

127διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ τὸ χρυσίον καὶ τὸ πάζιον·

128διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.

129Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου.

130ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ, καὶ συνετιεῖ νηπίους.

131τὸ στόμα μου ἤνοιξα καὶ ἥλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.

132ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.

133τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία·

134λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.

135τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου.

136διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου.

137Δίκαιος εἶ, Κύριε, καὶ εὐθὴς ἡ κρίσις σου·

138ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα.

139ἐξέτηξέν με ὁ ζῆλος τοῦ οἴκου σου, ὅτι ἐπελάθοντο τῶν ἐντολῶν σου οἱ ἐχθροί μου.

140πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.

141νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.

142ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια.

143θλίψεις καὶ ἀνάγκη εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου.

144δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με καὶ ζῆσόν με.

145Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω.

146ἐκέκραξά σε, σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου.

147προέφθασάν με ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα.

148προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς σὲ ὀρθροῦν, τοῦ μελετᾷν τὰ λόγιά σου.

149τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ λόγιόν σου, κατὰ τὸ κρίμα σου ζῆσόν με.

150προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.

151ἐγγὺς εἶ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια.

152κατ᾽ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.

153Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τὸν νόμον σου οὐκ ἐπελαθόμην.

154κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με.

155μακρὰν ἀπὸ ἁμαρτωλῶν ἡ σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.

156οἱ οἰκτιρμοί σου πολλοί, Κύριε, σφόδρα· κατὰ τὰ κρίματά σου ζῆσόν με.

157πολλοὶ οἱ ἐκδιώκοντές με καὶ ἐκθλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.

158εἶδον ἀσυνθετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο.

159ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε· ἐν τῷ ἐλέει σου ζῆσόν με.

160ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.

161Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.

162ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά.

163ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα.

164ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.

165εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.

166προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα·

167καὶ ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα·

168ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου.

169Ἐγγισάτω δὴ ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με.

170εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου· κατὰ τὸ λόγιόν σου ῥῦσαί με.

171ἐξηρεύξαντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου·

172φθέγξαιτο ἡ γλῶσσά μου τὸ λόγιόν σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη ἐστίν.

173γενέσθω ἡ χείρ σου τοῦ σῶσαι, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.

174ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστιν.

175ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.

176ἐπλανήθην ὡσεὶ πρόβατον ἀπολωλός· ζῆσον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.


Footnotes:

1 a This psalm is an acrostic poem of twenty-two stanzas, following the letters of the Hebrew alphabet; within a stanza, each verse begins with the same Hebrew letter.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Psalm 118
Top of Page
Top of Page