1 Τεκνία μου ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε καὶ ἐάν τις ἁμάρτῃ Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστὸν δίκαιον

2 καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου

3 Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν

4 λέγων ὅτι Ἔγνωκα αὐτόν καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστίν καὶ ἐν τούτῳ ἀλήθεια οὐκ ἔστιν

5 ὃς δ’ ἂν τηρῇ αὐτοῦ τὸν λόγον ἀληθῶς ἐν τούτῳ ἀγάπη τοῦ Θεοῦ τετελείωται Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν

6 λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησεν καὶ αὐτὸς οὕτως περιπατεῖν

7 Ἀγαπητοί οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν ἀλλ’ ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπ’ ἀρχῆς ἐντολὴ παλαιά ἐστιν λόγος ὃν ἠκούσατε

8 πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν ὅτι σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει

1 John 2:1-8, Hebrew & Greek Study Bible. Public domain.
1 John 1
Top of Page
Top of Page
Copied