|
33 Ἀπεκρίθησαν πρὸς αὐτόν Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε 34 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας 35 ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα 36 ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ ὄντως ἐλεύθεροι ἔσεσθε 37 Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν 38 ἃ ἐγὼ ἑώρακα παρὰ τῷ Πατρὶ λαλῶ καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε 39 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν Λέγει αὐτοῖς ὁ Ἰησοῦς Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε* John 8:33-39, Hebrew & Greek Study Bible. Public domain.
|



