Par 

24 Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ Δὸς δόξαν τῷ Θεῷ ἡμεῖς οἴδαμεν ὅτι οὗτος ἄνθρωπος ἁμαρτωλός ἐστιν

25 Ἀπεκρίθη οὖν ἐκεῖνος Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω

26 Εἶπον* οὖν αὐτῷ Τί ἐποίησέν σοι πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς

27 Ἀπεκρίθη αὐτοῖς Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε τί πάλιν θέλετε ἀκούειν μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι

28 Καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον* Σὺ μαθητὴς εἶ ἐκείνου ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί

29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν Θεός τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν

30 Ἀπεκρίθη ἄνθρωπος καὶ εἶπεν αὐτοῖς Ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς

31 οἴδαμεν ὅτι «ὁ Θεὸς» ἁμαρτωλῶν οὐκ ἀκούει ἀλλ’ ἐάν τις θεοσεβὴς καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει

32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου

33 εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ οὐκ ἠδύνατο ποιεῖν οὐδέν

John 9:24-33, Hebrew & Greek Study Bible. Public domain.
John 8
Top of Page
Top of Page










Copied