|
2 λέγων αὐτοῖς Πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὐθέως* εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς λύσαντες ἀγάγετέ μοι 3 καὶ ἐάν τις ὑμῖν εἴπῃ τι ἐρεῖτε ὅτι Ὁ Κύριος αὐτῶν χρείαν ἔχει εὐθὺς δὲ ἀποστελεῖ αὐτούς 4 Τοῦτο δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος 5 Εἴπατε τῇ θυγατρὶ Σιών Ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ἐπὶ πῶλον υἱὸν ὑποζυγίου 6 Πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς 7 ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπ’ αὐτῶν τὰ ἱμάτια καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν Matthew 21:2-7, Hebrew & Greek Study Bible. Public domain.
|



