1 Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ ⧼μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα⧽

2 γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου

3 τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ἠσθένει διὰ τῆς σαρκός Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί

4 ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα

5 Οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος

6 τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη

7 διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται οὐδὲ γὰρ δύναται

8 οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται

Romans 8:1-8, Hebrew & Greek Study Bible. Public domain.
Romans 7
Top of Page
Top of Page
Copied