1 Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν

2 Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπαν Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις

3 ἐπισκέψασθε δέ ἀδελφοί ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ πλήρεις Πνεύματος καὶ σοφίας οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης

4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν

5 Καὶ ἤρεσεν λόγος ἐνώπιον παντὸς τοῦ πλήθους καὶ ἐξελέξαντο Στέφανον ἄνδρα πλήρης* πίστεως καὶ Πνεύματος Ἁγίου καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα

6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας

Acts 6:1-6, Hebrew & Greek Study Bible. Public domain.
Acts 5
Top of Page
Top of Page
Copied