|
18 Οὐ περὶ πάντων ὑμῶν λέγω ἐγὼ οἶδα τίνας ἐξελεξάμην ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ Ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ 19 ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι ἵνα πιστεύσητε* ὅταν γένηται ὅτι ἐγώ εἰμι 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ λαμβάνων ἄν τινα πέμψω ἐμὲ λαμβάνει ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με 21 Ταῦτα εἰπὼν ‹ὁ› Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με John 13:18-21, Hebrew & Greek Study Bible. Public domain.
|



