Par 

31 Ὅτε οὖν ἐξῆλθεν λέγει Ἰησοῦς Νῦν ἐδοξάσθη Υἱὸς τοῦ ἀνθρώπου καὶ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ

32 εἰ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ καὶ Θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ καὶ εὐθὺς δοξάσει αὐτόν

33 Τεκνία ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι ζητήσετέ με καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν καὶ ὑμῖν λέγω ἄρτι

34 Ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους

35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις

36 Λέγει αὐτῷ Σίμων Πέτρος Κύριε ποῦ ὑπάγεις Ἀπεκρίθη [αὐτῷ] Ἰησοῦς Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι ἀκολουθήσεις δὲ ὕστερον

37 Λέγει αὐτῷ ‹ὁ› Πέτρος Κύριε διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω

38 Ἀποκρίνεται Ἰησοῦς Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις ἀμὴν ἀμὴν λέγω σοι οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ἀρνήσῃ με τρίς

John 13:31-38, Hebrew & Greek Study Bible. Public domain.
John 12
Top of Page
Top of Page










Copied