|
1 Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ 2 καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ Τί τοῦτο ἀκούω περὶ σοῦ ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν 3 Εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος Τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ σκάπτειν οὐκ ἰσχύω ἐπαιτεῖν αἰσχύνομαι 4 ἔγνων τί ποιήσω ἵνα ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν Luke 16:1-4, Hebrew & Greek Study Bible. Public domain.
|



