|
1 Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν 2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι 3 Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς* αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις 4 λέγων Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον Οἱ δὲ εἶπαν Τί πρὸς ἡμᾶς σὺ ὄψῃ Matthew 27:1-4, Hebrew & Greek Study Bible. Public domain.
|



