1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων Θεόφιλε ὧν ἤρξατο Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν

2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη

3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις δι’ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ

4 Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς Ἣν ἠκούσατέ μου

5 ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι ὑμεῖς δὲ ἐν Πνεύματι βαπτισθήσεσθε Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας

6 Οἱ μὲν οὖν συνελθόντες ἠρώτων αὐτὸν λέγοντες Κύριε εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ

7 Εἶπεν ‹δὲ› πρὸς αὐτούς Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους καιροὺς οὓς Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ

Acts 1:1-7, Hebrew & Greek Study Bible. Public domain.
John 21
Top of Page
Top of Page
Copied