Par 

24 Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν Μαίνῃ Παῦλε τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει

25 δὲ Παῦλος Οὐ μαίνομαι φησίν Κράτιστε Φῆστε ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι

26 ἐπίσταται γὰρ περὶ τούτων βασιλεύς πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ γὰρ αὐτὸν [τι] τούτων οὐ πείθομαι οὐθέν οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο

27 πιστεύεις βασιλεῦ Ἀγρίππα τοῖς προφήταις οἶδα ὅτι πιστεύεις

28 δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι

29 δὲ Παῦλος Εὐξαίμην ἂν τῷ Θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων

30 Ἀνέστη τε βασιλεὺς καὶ ἡγεμὼν τε Βερνίκη καὶ οἱ συνκαθήμενοι αὐτοῖς

31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου δεσμῶν ἄξιον ‹τι› πράσσει ἄνθρωπος οὗτος

32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη Ἀπολελύσθαι ἐδύνατο ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα

Acts 26:24-32, Hebrew & Greek Study Bible. Public domain.
Acts 25
Top of Page
Top of Page










Copied