1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις

2 ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ ὃν ἔθηκεν κληρονόμον πάντων δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας

3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως ‹δι’› αὐτοῦ καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς Μεγαλωσύνης ἐν ὑψηλοῖς

4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα

5 Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων Υἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέννηκά σε Καὶ πάλιν Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν

6 Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ

7 Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα

8 Πρὸς δὲ τὸν Υἱόν θρόνος σου Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας σου*

9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν διὰ τοῦτο ἔχρισέν σε Θεός Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου

Hebrews 1:1-9, Hebrew & Greek Study Bible. Public domain.
Philemon 1
Top of Page
Top of Page
Copied