|
17 καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον 18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν Χαῖρε Βασιλεῦ τῶν Ἰουδαίων 19 Καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ 20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ ‹ἴδια› Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν Mark 15:17-20, Hebrew & Greek Study Bible. Public domain.
|



