|
2 Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ Θάρσει τέκνον ἀφίενταί σου αἱ ἁμαρτίαι 3 Καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς Οὗτος βλασφημεῖ 4 Καὶ εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν Ἵνα‿ τί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν 5 τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν Ἀφίενταί σου αἱ ἁμαρτίαι ἢ εἰπεῖν Ἔγειρε καὶ περιπάτει 6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας τότε λέγει τῷ παραλυτικῷ Ἐγερθεὶς* ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου 7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ 8 Ἰδόντες δὲ οἱ ὄχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις Matthew 9:2-8, Hebrew & Greek Study Bible. Public domain.
|



