1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν

2 Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον καὶ ἰδὼν Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ Θάρσει τέκνον ἀφίενταί σου αἱ ἁμαρτίαι

3 Καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς Οὗτος βλασφημεῖ

4 Καὶ εἰδὼς Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν Ἵνα‿ τί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν

5 τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν Ἀφίενταί σου αἱ ἁμαρτίαι εἰπεῖν Ἔγειρε καὶ περιπάτει

6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας τότε λέγει τῷ παραλυτικῷ Ἐγερθεὶς* ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου

7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ

8 Ἰδόντες δὲ οἱ ὄχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις

Matthew 9:1-8, Hebrew & Greek Study Bible. Public domain.
Matthew 8
Top of Page
Top of Page
Copied