1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον

2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι

3 δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων Σὺ εἶ Βασιλεὺς τῶν Ἰουδαίων δὲ ἀποκριθεὶς αὐτῷ ἔφη Σὺ λέγεις

4 δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ

5 Οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε

6 Πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ἄνθρωπος Γαλιλαῖός ἐστιν

7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις

8 δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον

9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ

Luke 23:1-9, Hebrew & Greek Study Bible. Public domain.
Luke 22
Top of Page
Top of Page
Copied