Par 

24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων Ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ

25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν

26 ὅτε δὲ ἐβλάστησεν χόρτος καὶ καρπὸν ἐποίησεν τότε ἐφάνη καὶ τὰ ζιζάνια

27 Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ Κύριε οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ πόθεν οὖν ἔχει ζιζάνια

28 δὲ ἔφη αὐτοῖς Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν Οἱ δὲ δοῦλοι αὐτῷ λέγουσιν Θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά

29 δέ φησιν Οὔ μή‿ ποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον

30 ἄφετε συναυξάνεσθαι ἀμφότερα ἕως τοῦ θερισμοῦ καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου

Matthew 13:24-30, Hebrew & Greek Study Bible. Public domain.
Matthew 12
Top of Page
Top of Page










Copied