1 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς

2 εἶπέν τε πρὸς αὐτούς Εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες Οἱ δὲ πρὸς αὐτόν Ἀλλ’ οὐδ’ εἰ Πνεῦμα Ἅγιον ἔστιν ἠκούσαμεν

3 Εἶπέν τε Εἰς τί οὖν ἐβαπτίσθητε Οἱ δὲ εἶπαν Εἰς τὸ Ἰωάννου βάπτισμα

4 Εἶπεν δὲ Παῦλος Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσιν τοῦτ’ ἔστιν εἰς τὸν Ἰησοῦν

5 Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ

6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου [τὰς] χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτούς ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον

7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα

8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων [τὰ] περὶ τῆς βασιλείας τοῦ Θεοῦ

9 ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν Ὁδὸν ἐνώπιον τοῦ πλήθους ἀποστὰς ἀπ’ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς καθ’ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου

Acts 19:1-9, Hebrew & Greek Study Bible. Public domain.
Acts 18
Top of Page
Top of Page
Copied