|
25 Ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων 26 ὁ δὲ Παράκλητος τὸ Πνεῦμα τὸ Ἅγιον ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν ἐγώ 27 Εἰρήνην ἀφίημι ὑμῖν εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω 28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν ὅτι πορεύομαι πρὸς τὸν Πατέρα ὅτι ὁ Πατὴρ μείζων μού ἐστιν 29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι ἵνα ὅταν γένηται πιστεύσητε 30 Οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν 31 ἀλλ’ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν Πατέρα καὶ καθὼς ἐνετείλατο (ἔδωκέν) μοι ὁ Πατὴρ οὕτως ποιῶ Ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν John 14:25-31, Hebrew & Greek Study Bible. Public domain.
|



