Par 

25 Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ

26 καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπαν αὐτῷ Ῥαββί ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου σὺ μεμαρτύρηκας ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν

27 Ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν Οὐ δύναται ἄνθρωπος λαμβάνειν ‹οὐδὲ ἓν› ἐὰν μὴ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ

28 αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον [ὅτι] Οὐκ εἰμὶ ἐγὼ Χριστός ἀλλ’ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου

29 ἔχων τὴν νύμφην νυμφίος ἐστίν δὲ φίλος τοῦ νυμφίου ἑστηκὼς καὶ ἀκούων αὐτοῦ χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου αὕτη οὖν χαρὰ ἐμὴ πεπλήρωται

30 ἐκεῖνον δεῖ αὐξάνειν ἐμὲ δὲ ἐλαττοῦσθαι

31 ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν

32 ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει

33 λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι Θεὸς ἀληθής ἐστιν

34 ὃν γὰρ ἀπέστειλεν Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ Πνεῦμα

35 Πατὴρ ἀγαπᾷ τὸν Υἱόν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ

36 πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται ζωήν ἀλλ’ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν

John 3:25-36, Hebrew & Greek Study Bible. Public domain.
John 2
Top of Page
Top of Page










Copied