Par 

19 οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι θεμέλιος πρῶτος ἴασπις δεύτερος σάπφιρος τρίτος χαλκηδών τέταρτος σμάραγδος

20 πέμπτος σαρδόνυξ ἕκτος σάρδιον ἕβδομος χρυσόλιθος ὄγδοος βήρυλλος ἔνατος τοπάζιον δέκατος χρυσόπρασος ἑνδέκατος ὑάκινθος δωδέκατος ἀμέθυστος

21 Καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου καὶ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής

22 Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ γὰρ Κύριος Θεὸς Παντοκράτωρ ναὸς αὐτῆς ἐστιν καὶ τὸ Ἀρνίον

23 καὶ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης ἵνα φαίνωσιν αὐτῇ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν καὶ λύχνος αὐτῆς τὸ Ἀρνίον

24 καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν τὴν δόξαν ⧼καὶ τιμὴν τῶν ἐθνῶν⧽ αὐτῶν εἰς αὐτήν

25 καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ

26 Καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν

27 καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ποιῶν βδέλυγμα καὶ ψεῦδος εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ Ἀρνίου

Revelation 21:19-27, Hebrew & Greek Study Bible. Public domain.
Revelation 20
Top of Page
Top of Page










Copied