27 Συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον Παῖδά σου Ἰησοῦν ὃν ἔχρισας Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ

28 ποιῆσαι ὅσα χείρ σου καὶ βουλὴ [σου] προώρισεν γενέσθαι

29 καὶ τὰ νῦν Κύριε ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου

30 ἐν τῷ τὴν χεῖρά ‹σου› ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου Παιδός σου Ἰησοῦ

31 Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη τόπος ἐν ἦσαν συνηγμένοι καὶ ἐπλήσθησαν ἅπαντες τοῦ Ἁγίου Πνεύματος καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας

32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι ἀλλ’ ἦν αὐτοῖς πάντα κοινά

33 καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι «τοῦ Κυρίου Ἰησοῦ» «τῆς ἀναστάσεως» χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς

34 Οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς ὅσοι γὰρ κτήτορες χωρίων οἰκιῶν ὑπῆρχον πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων

35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν

36 Ἰωσὴφ δὲ ἐπικληθεὶς Βαρνάβας ἀπὸ τῶν ἀποστόλων ἐστιν μεθερμηνευόμενον Υἱὸς παρακλήσεως Λευίτης Κύπριος τῷ γένει

37 ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν πρὸς τοὺς πόδας τῶν ἀποστόλων

Acts 4:27-37, Hebrew & Greek Study Bible. Public domain.
Acts 3
Top of Page
Top of Page
Copied