Par 

28 Ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ ἤσθιον ἔπινον ἠγόραζον ἐπώλουν ἐφύτευον ᾠκοδόμουν

29 δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας

30 Κατὰ τὰ αὐτὰ ἔσται ἡμέρᾳ Υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται

31 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ μὴ καταβάτω ἆραι αὐτά καὶ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω

32 μνημονεύετε τῆς γυναικὸς Λώτ

33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν ὃς δ’* ἂν ἀπολέσῃ* ζωογονήσει αὐτήν

34 λέγω ὑμῖν ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς εἷς παραλημφθήσεται καὶ ἕτερος ἀφεθήσεται

35 ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό μία παραλημφθήσεται δὲ ἑτέρα ἀφεθήσεται

36 {δύο ἔσονται ἐν τῷ ἀγρῷ εἷς παραληφθήσεται καὶ ἕτερος ἀφεθήσεται}

37 Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ Ποῦ Κύριε δὲ εἶπεν αὐτοῖς Ὅπου τὸ σῶμα ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται

Luke 17:28-37, Hebrew & Greek Study Bible. Public domain.
Luke 16
Top of Page
Top of Page










Copied