|
1 Ἀδελφοί ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς 2 Ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ 3 εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν φρεναπατᾷ ἑαυτόν 4 Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον 5 ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει 6 Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς 7 Μὴ πλανᾶσθε Θεὸς οὐ μυκτηρίζεται ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος τοῦτο καὶ θερίσει 8 ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον 9 Τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐνκακῶμεν καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι Galatians 6:1-9, Hebrew & Greek Study Bible. Public domain.
|



