Par ▾

23 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα

24 ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με Πατρός

25 Ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων

26 ὁ δὲ Παράκλητος τὸ Πνεῦμα τὸ Ἅγιον ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν ἐγώ

27 Εἰρήνην ἀφίημι ὑμῖν εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω

28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν ὅτι πορεύομαι πρὸς τὸν Πατέρα ὅτι ὁ Πατὴρ μείζων μού ἐστιν

29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι ἵνα ὅταν γένηται πιστεύσητε

30 Οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν

31 ἀλλ’ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν Πατέρα καὶ καθὼς ἐνετείλατο (ἔδωκέν) μοι ὁ Πατὴρ οὕτως ποιῶ Ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν

John 14:23-31, Hebrew & Greek Study Bible. Public domain.
John 13
Top of Page
Top of Page










Copied