1 Σὺ δὲ λάλει πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ

2 Πρεσβύτας νηφαλίους εἶναι σεμνούς σώφρονας ὑγιαίνοντας τῇ πίστει τῇ ἀγάπῃ τῇ ὑπομονῇ

3 πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς μὴ διαβόλους μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας καλοδιδασκάλους

4 ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι φιλοτέκνους

5 σώφρονας ἁγνάς οἰκουργούς ἀγαθάς ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν ἵνα μὴ λόγος τοῦ Θεοῦ βλασφημῆται

6 Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν

7 Περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων ἐν τῇ διδασκαλίᾳ ἀφθορίαν σεμνότητα

8 λόγον ὑγιῆ ἀκατάγνωστον ἵνα ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον

9 Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν εὐαρέστους εἶναι μὴ ἀντιλέγοντας

10 μὴ νοσφιζομένους ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν ἵνα τὴν διδασκαλίαν τὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν

Titus 2:1-10, Hebrew & Greek Study Bible. Public domain.
Titus 1
Top of Page
Top of Page
Copied