Par 

37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει Ἰησοῦς καὶ ἔκραξεν λέγων Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω

38 πιστεύων εἰς ἐμέ καθὼς εἶπεν γραφή Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος

39 τοῦτο δὲ εἶπεν περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν οὔπω γὰρ ἦν Πνεῦμα ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη

40 Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον (ὅτι) Οὗτός ἐστιν ἀληθῶς προφήτης

41 Ἄλλοι ἔλεγον Οὗτός ἐστιν Χριστός Οἱ δὲ ἔλεγον Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας Χριστὸς ἔρχεται

42 οὐχ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὅπου ἦν Δαυὶδ ἔρχεται Χριστός

43 Σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι’ αὐτόν

44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας

45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους καὶ εἶπον αὐτοῖς ἐκεῖνοι Διὰ τί οὐκ ἠγάγετε αὐτόν

46 Ἀπεκρίθησαν οἱ ὑπηρέται Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος 〈ὡς οὗτος λαλεῖ ἄνθρωπος〉

47 Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι Μὴ καὶ ὑμεῖς πεπλάνησθε

48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἐκ τῶν Φαρισαίων

49 ἀλλὰ ὄχλος οὗτος μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν

50 Λέγει Νικόδημος πρὸς αὐτούς ἐλθὼν πρὸς αὐτὸν [τὸ] πρότερον εἷς ὢν ἐξ αὐτῶν

51 Μὴ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ’ αὐτοῦ καὶ γνῷ τί ποιεῖ

52 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται

53 Καὶ ἐπορεύθησαν* ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ

John 7:37-53, Hebrew & Greek Study Bible. Public domain.
John 6
Top of Page
Top of Page










Copied