1 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ἀρχιερεὺς Ἁνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου

2 Κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν Τέρτυλλος λέγων Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας

3 πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα κράτιστε Φῆλιξ μετὰ πάσης εὐχαριστίας

4 ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐνκόπτω παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ

5 Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσεις πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως

6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι ὃν καὶ ἐκρατήσαμεν {καὶ κατά τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν}

7 {παρελθὼν δὲ Λυσίας χιλιαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε}

8 {κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ} παρ’ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ

Acts 24:1-8, Hebrew & Greek Study Bible. Public domain.
Acts 23
Top of Page
Top of Page
Copied