1 Δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου προσελθὼν τῷ ἀρχιερεῖ

2 ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς ὅπως ἐάν τινας εὕρῃ τῆς Ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ

3 Ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ

4 καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ τί με διώκεις

5 Εἶπεν δέ Τίς εἶ Κύριε δέ Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις {σκληρόν σοι πρὸς κέντρα λακτίζειν} {τρέμων τε καὶ θαμβῶν εἶπε Κύριε τί με θέλεις ποιῆσαι}

6 ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν

7 Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες

8 ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν

9 καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν

Acts 9:1-9, Hebrew & Greek Study Bible. Public domain.
Acts 8
Top of Page
Top of Page
Copied