Par 

15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως

16 δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω ἐξῆλθεν οὖν μαθητὴς ἄλλος γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον

17 Λέγει οὖν τῷ Πέτρῳ παιδίσκη θυρωρός Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου Λέγει ἐκεῖνος Οὐκ εἰμί

18 Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες ὅτι ψῦχος ἦν καὶ ἐθερμαίνοντο ἦν δὲ καὶ Πέτρος μετ’ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος

19 οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ

20 Ἀπεκρίθη αὐτῷ Ἰησοῦς Ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν

21 τί με ἐρωτᾷς ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς ἴδε οὗτοι οἴδασιν εἶπον ἐγώ

22 Ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ

23 Ἀπεκρίθη αὐτῷ Ἰησοῦς Εἰ κακῶς ἐλάλησα μαρτύρησον περὶ τοῦ κακοῦ εἰ δὲ καλῶς τί με δέρεις

24 Ἀπέστειλεν οὖν αὐτὸν Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα

25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος εἶπον οὖν αὐτῷ Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ Ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν Οὐκ εἰμί

26 Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ

27 Πάλιν οὖν ἠρνήσατο Πέτρος καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν

John 18:15-27, Hebrew & Greek Study Bible. Public domain.
John 17
Top of Page
Top of Page










Copied