1 Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ

2 καὶ λέγει αὐτοῖς Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ’ ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν λύσατε αὐτὸν καὶ φέρετε

3 καὶ ἐάν τις ὑμῖν εἴπῃ Τί ποιεῖτε τοῦτο εἴπατε ‹Ὅτι› Κύριος αὐτοῦ χρείαν ἔχει καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε

4 Καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου καὶ λύουσιν αὐτόν

5 καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς Τί ποιεῖτε λύοντες τὸν πῶλον

6 Οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν Ἰησοῦς καὶ ἀφῆκαν αὐτούς

7 καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν καὶ ἐκάθισεν ἐπ’ αὐτόν

8 Καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν

9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον Ὡσαννά Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου

10 Εὐλογημένη ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ Ὡσαννὰ ἐν τοῖς ὑψίστοις

Mark 11:1-10, Hebrew & Greek Study Bible. Public domain.
Mark 10
Top of Page
Top of Page
Copied