1 Διὸ ἀναπολόγητος εἶ ἄνθρωπε πᾶς κρίνων ἐν γὰρ κρίνεις τὸν ἕτερον σεαυτὸν κατακρίνεις τὰ γὰρ αὐτὰ πράσσεις κρίνων

2 οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ Θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας

3 λογίζῃ δὲ τοῦτο ἄνθρωπε κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ Θεοῦ

4 τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει

5 Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ

6 ὃς Ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ

7 τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον

8 τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ ὀργὴ καὶ θυμός

9 θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος

Romans 2:1-9, Hebrew & Greek Study Bible. Public domain.
Romans 1
Top of Page
Top of Page
Copied