1 Ταύτην ἤδη ἀγαπητοί δευτέραν ὑμῖν γράφω ἐπιστολήν ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν

2 μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ Κυρίου καὶ Σωτῆρος

3 τοῦτο πρῶτον γινώσκοντες ὅτι ἐλεύσονται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐν ἐμπαιγμονῇ ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι

4 καὶ λέγοντες Ποῦ ἐστιν ἐπαγγελία τῆς παρουσίας αὐτοῦ ἀφ’ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν πάντα οὕτως διαμένει ἀπ’ ἀρχῆς κτίσεως

5 Λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι’ ὕδατος συνεστῶσα τῷ τοῦ Θεοῦ λόγῳ

6 δι’ ὧν τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο

7 οἱ δὲ νῦν οὐρανοὶ καὶ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων

8 Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς ἀγαπητοί ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡμέρα μία

9 οὐ βραδύνει Κύριος τῆς ἐπαγγελίας ὥς τινες βραδύτητα ἡγοῦνται ἀλλὰ μακροθυμεῖ εἰς ὑμᾶς μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι

2 Peter 3:1-9, Hebrew & Greek Study Bible. Public domain.
2 Peter 2
Top of Page
Top of Page
Copied