Par 

38 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐκ οἴδατε τί αἰτεῖσθε δύνασθε πιεῖν τὸ ποτήριον ἐγὼ πίνω τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθῆναι

39 Οἱ δὲ εἶπαν αὐτῷ Δυνάμεθα δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Τὸ ποτήριον ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε

40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι ἀλλ’ οἷς ἡτοίμασται

41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου

42 καὶ προσκαλεσάμενος αὐτοὺς Ἰησοῦς λέγει αὐτοῖς Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν

43 οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν ἀλλ’ ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν ἔσται ὑμῶν διάκονος

44 καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται πάντων δοῦλος

45 καὶ γὰρ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν

46 Καὶ ἔρχονται εἰς Ἰεριχώ Καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν

47 καὶ ἀκούσας ὅτι Ἰησοῦς Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν Υἱὲ Δαυὶδ Ἰησοῦ ἐλέησόν με

48 Καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ δὲ πολλῷ μᾶλλον ἔκραζεν Υἱὲ Δαυίδ ἐλέησόν με

49 Καὶ στὰς Ἰησοῦς εἶπεν Φωνήσατε αὐτόν Καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ Θάρσει ἔγειρε φωνεῖ σε

50 δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν

51 Καὶ ἀποκριθεὶς αὐτῷ Ἰησοῦς εἶπεν Τί σοι θέλεις ποιήσω δὲ τυφλὸς εἶπεν αὐτῷ Ραββουνι ἵνα ἀναβλέψω

52 Καὶ Ἰησοῦς εἶπεν αὐτῷ Ὕπαγε πίστις σου σέσωκέν σε καὶ εὐθὺς ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ

Mark 10:38-52, Hebrew & Greek Study Bible. Public domain.
Mark 9
Top of Page
Top of Page










Copied