Romans 10:2-21Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AKJV · American King James Version AMP · Amplified Bible ANDERSON · Anderson New Testament ASV · American Standard Version BAB · Berean Annotated Bible BISHOPS · Bishops' Bible of 1568 BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's COVERDALE · Coverdale Bible of 1535 CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DBT · Darby Bible Translation DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GENEVA · Geneva Bible of 1587 GODBEY · Godbey New Testament GWT · God's Word Translation HAWEIS · Haweis New Testament HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LAMSA · Lamsa Bible LSB · Legacy Standard Bible LSV · Literal Standard Version MACE · Mace New Testament MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation TYNDALE · Tyndale Bible of 1526 WBT · Webster's Bible Translation WEB · World English Bible WEY · Weymouth New Testament WORRELL · Worrell New Testament WORSLEY · Worsley New Testament YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 2 μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν 3 ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν [δικαιοσύνην] ζητοῦντες στῆσαι τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν 4 τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι 5 Μωϋσῆς γὰρ γράφει ὅτι τὴν δικαιοσύνην τὴν ἐκ ‹τοῦ› νόμου [ὅτι] Ὁ ποιήσας [αὐτὰ] ἄνθρωπος ζήσεται ἐν αὐτῇ 6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν 7 ἤ Τίς καταβήσεται εἰς τὴν ἄβυσσον τοῦτ’ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν 8 Ἀλλὰ τί λέγει Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου τοῦτ’ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν 9 ὅτι ἐὰν ὁμολογήσῃς (τὸ ῥῆμα) ἐν τῷ στόματί σου (ὅτι) Κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν σωθήσῃ 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν 11 Λέγει γὰρ ἡ γραφή Πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται 12 οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος ὁ γὰρ αὐτὸς Κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν 13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται 14 Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος 15 πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν καθὼς* γέγραπται Ὡς ὡραῖοι οἱ πόδες ⧼τῶν εὐαγγελιζομένων εἰρήνην⧽ τῶν εὐαγγελιζομένων ‹τὰ› ἀγαθά 16 Ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ Ἠσαΐας γὰρ λέγει Κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν 17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ 18 Ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν μενοῦνγε Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν 19 Ἀλλὰ λέγω μὴ Ἰσραὴλ οὐκ ἔγνω πρῶτος Μωϋσῆς λέγει Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς 20 Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει Εὑρέθην ‹ἐν› τοῖς ἐμὲ μὴ ζητοῦσιν ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν 21 Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα ← Show Verse 1 Full chapter Parallel translations Study & commentary Cross-references Romans 10:2-21, Hebrew & Greek Study Bible. Public domain.