1 Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν

2 ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν μάχεσθε καὶ πολεμεῖτε οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς

3 αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς αἰτεῖσθε ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε

4 Μοιχαλίδες οὐκ οἴδατε ὅτι φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου ἐχθρὸς τοῦ Θεοῦ καθίσταται

5 δοκεῖτε ὅτι κενῶς γραφὴ λέγει Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα κατῴκισεν ἐν ἡμῖν

6 μείζονα δὲ δίδωσιν χάριν διὸ λέγει Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν

7 Ὑποτάγητε οὖν τῷ Θεῷ ἀντίστητε δὲ τῷ διαβόλῳ καὶ φεύξεται ἀφ’ ὑμῶν

8 ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ* ὑμῖν καθαρίσατε χεῖρας ἁμαρτωλοί καὶ ἁγνίσατε καρδίας δίψυχοι

9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ χαρὰ εἰς κατήφειαν

10 ταπεινώθητε ἐνώπιον Κυρίου καὶ ὑψώσει ὑμᾶς

James 4:1-10, Hebrew & Greek Study Bible. Public domain.
James 3
Top of Page
Top of Page
Copied