Hebrews 1
BSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Berean Study BibleGreek Study Bible
1On many past occasions and in many different ways, God spoke to our fathers through the prophets.1Πολυμερῶς καὶ πολυτρόπως πάλαι Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις
2But in these last days He has spoken to us by His Son, whom He appointed heir of all things, and through whom He made the universe.2ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ ὃν ἔθηκεν κληρονόμον πάντων δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας
3The Son is the radiance of God’s glory and the exact representation of His nature, upholding all things by His powerful word. After He had provided purification for sins, He sat down at the right hand of the Majesty on high.3ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως ‹δι’› αὐτοῦ καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς Μεγαλωσύνης ἐν ὑψηλοῖς
4So He became as far superior to the angels as the name He has inherited is excellent beyond theirs.4τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα
5For to which of the angels did God ever say: “You are My Son; today I have become Your Father”? Or again: “I will be His Father, and He will be My Son”?5Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων Υἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέννηκά σε Καὶ πάλιν Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν
6And again, when God brings His firstborn into the world, He says: “Let all God’s angels worship Him.”6Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ
7Now about the angels He says: “He makes His angels winds, His servants flames of fire.”7Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα
8But about the Son He says: “Your throne, O God, endures forever and ever, and justice is the scepter of Your kingdom.8Πρὸς δὲ τὸν Υἱόν θρόνος σου Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας σου*
9You have loved righteousness and hated wickedness; therefore God, Your God, has anointed You above Your companions with the oil of joy.”9ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν διὰ τοῦτο ἔχρισέν σε Θεός Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
10And: “In the beginning, O Lord, You laid the foundations of the earth, and the heavens are the work of Your hands.10Καί Σὺ κατ’ ἀρχάς Κύριε τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί
11They will perish, but You remain; they will all wear out like a garment.11αὐτοὶ ἀπολοῦνται σὺ δὲ διαμένεις καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται
12You will roll them up like a robe; like a garment they will be changed; but You remain the same, and Your years will never end.”12καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς ὡς ἱμάτιον καὶ ἀλλαγήσονται σὺ δὲ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν
13Yet to which of the angels did God ever say: “Sit at My right hand until I make Your enemies a footstool for Your feet”?13Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
14Are not the angels ministering spirits sent to serve those who will inherit salvation?14Οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν
The Berean Bible (Berean Study Bible (BSB) © 2016, 2018 by Bible Hub and Berean.Bible. Used by Permission. All rights Reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Philemon 1
Top of Page
Top of Page