Par 

12 Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος ἐστιν ἐγγὺς Ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν

13 καὶ ὅτε εἰσῆλθον εἰς τὸ ὑπερῷον ἀνέβησαν οὗ ἦσαν καταμένοντες τε Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος καὶ Ἀνδρέας Φίλιππος καὶ Θωμᾶς Βαρθολομαῖος καὶ Μαθθαῖος Ἰάκωβος Ἁλφαίου καὶ Σίμων Ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου

14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ σὺν γυναιξὶν καὶ Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ

15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ἀδελφῶν εἶπεν ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡσεὶ ἑκατὸν εἴκοσι

16 Ἄνδρες ἀδελφοί ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπεν τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν

17 ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης

18 Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ

19 καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήμ ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἁκελδαμάχ* τοῦτ’ ἔστιν Χωρίον αἵματος

20 Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν Γενηθήτω ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω κατοικῶν ἐν αὐτῇ Καί Τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος

21 Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς Κύριος Ἰησοῦς

22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφ’ ἡμῶν μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων

23 Καὶ ἔστησαν δύο Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν ὃς ἐπεκλήθη Ἰοῦστος καὶ Μαθθίαν

24 καὶ προσευξάμενοι εἶπαν Σὺ Κύριε καρδιογνῶστα πάντων ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα

25 λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς ἀφ’ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον

26 καὶ ἔδωκαν κλήρους αὐτοῖς καὶ ἔπεσεν κλῆρος ἐπὶ Μαθθίαν καὶ συνκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων

Acts 1:12-26, Hebrew & Greek Study Bible. Public domain.
John 21
Top of Page
Top of Page










Copied