Hebrews 1
KJV Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
King James BibleGreek Study Bible
1God, who at sundry times and in divers manners spake in time past unto the fathers by the prophets,1Πολυμερῶς καὶ πολυτρόπως πάλαι Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις
2Hath in these last days spoken unto us by his Son, whom he hath appointed heir of all things, by whom also he made the worlds;2ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ ὃν ἔθηκεν κληρονόμον πάντων δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας
3Who being the brightness of his glory, and the express image of his person, and upholding all things by the word of his power, when he had by himself purged our sins, sat down on the right hand of the Majesty on high;3ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως ‹δι’› αὐτοῦ καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς Μεγαλωσύνης ἐν ὑψηλοῖς
4Being made so much better than the angels, as he hath by inheritance obtained a more excellent name than they.4τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα
5For unto which of the angels said he at any time, Thou art my Son, this day have I begotten thee? And again, I will be to him a Father, and he shall be to me a Son?5Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων Υἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέννηκά σε Καὶ πάλιν Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν
6And again, when he bringeth in the firstbegotten into the world, he saith, And let all the angels of God worship him.6Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ
7And of the angels he saith, Who maketh his angels spirits, and his ministers a flame of fire.7Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα
8But unto the Son he saith, Thy throne, O God, is for ever and ever: a sceptre of righteousness is the sceptre of thy kingdom.8Πρὸς δὲ τὸν Υἱόν θρόνος σου Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας σου*
9Thou hast loved righteousness, and hated iniquity; therefore God, even thy God, hath anointed thee with the oil of gladness above thy fellows.9ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν διὰ τοῦτο ἔχρισέν σε Θεός Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
10And, Thou, Lord, in the beginning hast laid the foundation of the earth; and the heavens are the works of thine hands:10Καί Σὺ κατ’ ἀρχάς Κύριε τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί
11They shall perish; but thou remainest; and they all shall wax old as doth a garment;11αὐτοὶ ἀπολοῦνται σὺ δὲ διαμένεις καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται
12And as a vesture shalt thou fold them up, and they shall be changed: but thou art the same, and thy years shall not fail.12καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς ὡς ἱμάτιον καὶ ἀλλαγήσονται σὺ δὲ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν
13But to which of the angels said he at any time, Sit on my right hand, until I make thine enemies thy footstool?13Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
14Are they not all ministering spirits, sent forth to minister for them who shall be heirs of salvation?14Οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν
King James Bible, text courtesy of BibleProtector.com.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Philemon 1
Top of Page
Top of Page