1 Corinthians 12:4-31Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AKJV · American King James Version AMP · Amplified Bible ANDERSON · Anderson New Testament ASV · American Standard Version BAB · Berean Annotated Bible BISHOPS · Bishops' Bible of 1568 BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's COVERDALE · Coverdale Bible of 1535 CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DBT · Darby Bible Translation DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GENEVA · Geneva Bible of 1587 GODBEY · Godbey New Testament GWT · God's Word Translation HAWEIS · Haweis New Testament HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LAMSA · Lamsa Bible LSB · Legacy Standard Bible LSV · Literal Standard Version MACE · Mace New Testament MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation TYNDALE · Tyndale Bible of 1526 WBT · Webster's Bible Translation WEB · World English Bible WEY · Weymouth New Testament WORRELL · Worrell New Testament WORSLEY · Worsley New Testament YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 4 Διαιρέσεις δὲ χαρισμάτων εἰσίν τὸ δὲ αὐτὸ Πνεῦμα 5 καὶ διαιρέσεις διακονιῶν εἰσιν καὶ ὁ αὐτὸς Κύριος 6 καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν (καὶ) ὁ δὲ αὐτὸς Θεός ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν 7 Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον 8 ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα 9 ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ Πνεύματι ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι 10 ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων ἄλλῳ δὲ προφητεία ἄλλῳ δὲ διακρίσεις πνευμάτων ἑτέρῳ γένη γλωσσῶν ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν 11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται 12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα οὕτως καὶ ὁ Χριστός 13 καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες εἴτε δοῦλοι εἴτε ἐλεύθεροι καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθημεν 14 Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά 15 ἐὰν εἴπῃ ὁ πούς Ὅτι οὐκ εἰμὶ χείρ οὐκ εἰμὶ ἐκ τοῦ σώματος οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος 16 καὶ ἐὰν εἴπῃ τὸ οὖς Ὅτι οὐκ εἰμὶ ὀφθαλμός οὐκ εἰμὶ ἐκ τοῦ σώματος οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος 17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός ποῦ ἡ ἀκοή εἰ ὅλον ἀκοή ποῦ ἡ ὄσφρησις 18 Νυνὶ* δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν 19 εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος ποῦ τὸ σῶμα 20 νῦν δὲ πολλὰ μὲν μέλη ἓν δὲ σῶμα 21 Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί Χρείαν σου οὐκ ἔχω ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν Χρείαν ὑμῶν οὐκ ἔχω 22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν 23 καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει 24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει Ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν 25 ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη 26 καὶ εἴτε πάσχει ἓν μέλος συμπάσχει πάντα τὰ μέλη εἴτε δοξάζεται [ἓν] μέλος συνχαίρει πάντα τὰ μέλη 27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους 28 Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους δεύτερον προφήτας τρίτον διδασκάλους ἔπειτα δυνάμεις ἔπειτα χαρίσματα ἰαμάτων ἀντιλήμψεις κυβερνήσεις γένη γλωσσῶν 29 μὴ πάντες ἀπόστολοι μὴ πάντες προφῆται μὴ πάντες διδάσκαλοι μὴ πάντες δυνάμεις 30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων μὴ πάντες γλώσσαις λαλοῦσιν μὴ πάντες διερμηνεύουσιν 31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα Καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι ← Show Verses 1 - 3 Full chapter Parallel translations Study & commentary Cross-references 1 Corinthians 12:4-31, Hebrew & Greek Study Bible. Public domain.