Par 

20 ἄνθρωπε μενοῦνγε σὺ τίς εἶ ἀνταποκρινόμενος τῷ Θεῷ μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως

21 οὐκ ἔχει ἐξουσίαν κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι μὲν εἰς τιμὴν σκεῦος δὲ εἰς ἀτιμίαν

22 Εἰ δὲ θέλων Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν

23 καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους προητοίμασεν εἰς δόξαν

24 οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν

25 ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει Καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην

26 Καὶ Ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς ἐκεῖ κληθήσονται Υἱοὶ Θεοῦ ζῶντος

27 Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ Ἐὰν ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἄμμος τῆς θαλάσσης τὸ ὑπόλειμμα σωθήσεται

28 λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει Κύριος ἐπὶ τῆς γῆς

29 Καὶ καθὼς προείρηκεν Ἠσαΐας Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν

30 Τί οὖν ἐροῦμεν ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην δικαιοσύνην δὲ τὴν ἐκ πίστεως

31 Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν

32 διὰ τί ὅτι οὐκ ἐκ πίστεως ἀλλ’ ὡς ἐξ ἔργων προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος

33 καθὼς γέγραπται Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου καὶ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται

Romans 9:20-33, Hebrew & Greek Study Bible. Public domain.
Romans 8
Top of Page
Top of Page










Copied