1 John 2
Study Bible PAR ▾ 
Jesus is Our Advocate

Τεκνία μου ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε καὶ ἐάν τις ἁμάρτῃ Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστὸν δίκαιον καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου

Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν λέγων ὅτι Ἔγνωκα αὐτόν καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστίν καὶ ἐν τούτῳ ἀλήθεια οὐκ ἔστιν ὃς δ’ ἂν τηρῇ αὐτοῦ τὸν λόγον ἀληθῶς ἐν τούτῳ ἀγάπη τοῦ Θεοῦ τετελείωται Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησεν καὶ αὐτὸς οὕτως περιπατεῖν

A New Command

Ἀγαπητοί οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν ἀλλ’ ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπ’ ἀρχῆς ἐντολὴ παλαιά ἐστιν λόγος ὃν ἠκούσατε πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν ὅτι σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι 10  ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν 11  δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶν καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ καὶ οὐκ οἶδεν ποῦ ὑπάγει ὅτι σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ

12 Γράφω ὑμῖν τεκνία ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ 13 Γράφω ὑμῖν πατέρες ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς Γράφω ὑμῖν νεανίσκοι ὅτι νενικήκατε τὸν πονηρόν Ἔγραψα ὑμῖν παιδία ὅτι ἐγνώκατε τὸν Πατέρα 14 Ἔγραψα ὑμῖν πατέρες ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς Ἔγραψα ὑμῖν νεανίσκοι ὅτι ἰσχυροί ἐστε καὶ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν

Do Not Love the World

15 Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ ἐάν τις ἀγαπᾷ τὸν κόσμον οὐκ ἔστιν ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ 16 ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ ἐπιθυμία τῆς σαρκὸς καὶ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἀλαζονεία* τοῦ βίου οὐκ ἔστιν ἐκ τοῦ πατρός ἀλλὰ ἐκ τοῦ κόσμου ἐστίν 17 καὶ κόσμος παράγεται καὶ ἐπιθυμία αὐτοῦ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα

Beware of Antichrists

18 Παιδία ἐσχάτη ὥρα ἐστίν καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν 19 ἐξ ἡμῶν ἐξῆλθαν ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν εἰ γὰρ ἐξ ἡμῶν ἦσαν μεμενήκεισαν ἂν μεθ’ ἡμῶν ἀλλ’ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν 20 Καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ Ἁγίου καὶ οἴδατε πάντες 21 οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν ἀλλ’ ὅτι οἴδατε αὐτήν καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν 22 Τίς ἐστιν ψεύστης εἰ μὴ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν Χριστός οὗτός ἐστιν ἀντίχριστος ἀρνούμενος τὸν Πατέρα καὶ τὸν Υἱόν 23 πᾶς ἀρνούμενος τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει ὁμολογῶν τὸν Υἱὸν καὶ τὸν Πατέρα ἔχει 24 Ὑμεῖς ἠκούσατε ἀπ’ ἀρχῆς ἐν ὑμῖν μενέτω ἐὰν ἐν ὑμῖν μείνῃ ἀπ’ ἀρχῆς ἠκούσατε καὶ ὑμεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ μενεῖτε

25 καὶ αὕτη ἐστὶν ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν τὴν ζωὴν τὴν αἰώνιον

26 Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς 27 καὶ ὑμεῖς τὸ χρῖσμα ἐλάβετε ἀπ’ αὐτοῦ μένει ἐν ὑμῖν καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς ἀλλ’ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος καὶ καθὼς ἐδίδαξεν ὑμᾶς μένετε ἐν αὐτῷ

Continue in Him

28 Καὶ νῦν τεκνία μένετε ἐν αὐτῷ ἵνα ἐὰν φανερωθῇ σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ’ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ 29 Ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν γινώσκετε ὅτι καὶ πᾶς ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


1 John 1
Top of Page
Top of Page