Acts 9:1-18Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AKJV · American King James Version AMP · Amplified Bible ANDERSON · Anderson New Testament ASV · American Standard Version BAB · Berean Annotated Bible BISHOPS · Bishops' Bible of 1568 BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's COVERDALE · Coverdale Bible of 1535 CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DBT · Darby Bible Translation DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GENEVA · Geneva Bible of 1587 GODBEY · Godbey New Testament GWT · God's Word Translation HAWEIS · Haweis New Testament HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LAMSA · Lamsa Bible LSB · Legacy Standard Bible LSV · Literal Standard Version MACE · Mace New Testament MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation TYNDALE · Tyndale Bible of 1526 WBT · Webster's Bible Translation WEB · World English Bible WEY · Weymouth New Testament WORRELL · Worrell New Testament WORSLEY · Worsley New Testament YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 1 Ὁ Δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου προσελθὼν τῷ ἀρχιερεῖ 2 ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς ὅπως ἐάν τινας εὕρῃ τῆς Ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ 3 Ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ 4 καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ τί με διώκεις 5 Εἶπεν δέ Τίς εἶ Κύριε Ὁ δέ Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις {σκληρόν σοι πρὸς κέντρα λακτίζειν} {τρέμων τε καὶ θαμβῶν εἶπε Κύριε τί με θέλεις ποιῆσαι} 6 ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν 7 Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες 8 ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν 9 καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν 10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ Κύριος Ἁνανία Ὁ δὲ εἶπεν Ἰδοὺ ἐγώ Κύριε 11 Ὁ δὲ Κύριος πρὸς αὐτόν Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα ἰδοὺ γὰρ προσεύχεται 12 καὶ εἶδεν ἄνδρα ‹ἐν ὁράματι› Ἁνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ [τὰς] χεῖρας ὅπως ἀναβλέψῃ 13 Ἀπεκρίθη δὲ Ἁνανίας Κύριε ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήμ 14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου 15 Εἶπεν δὲ πρὸς αὐτὸν ὁ Κύριος Πορεύου ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον (τῶν) ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ 16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν 17 Ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας εἶπεν Σαοὺλ ἀδελφέ ὁ Κύριος ἀπέσταλκέν με Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου 18 Καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη Full chapter Show Verses 19 - 43 → Parallel translations Study & commentary Cross-references Acts 9:1-18, Hebrew & Greek Study Bible. Public domain.